This will test you on the vocabulary of Odyssey 11: 260-312. I have provided every single word used in the test in its base form, together with the form in which it appears in the text. Please make a note of any problems or inaccuracies you find and send them to me: director@classicstuition.co.uk.
Question 1 of 10 Score: 0 / 0
Choose an answer

 

Odyssey 11 Part 6 Lines 260-312

260   τὴν δὲ μετ᾽ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,

ἣ δὴ καὶ Διὸς εὔχετ᾽ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,

καί ῥ᾽ ἔτεκεν δύο παῖδ᾽, Ἀμφίονά τε Ζῆθόν τε,

οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,

πύργωσάν τ᾽, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γ᾽ ἐδύναντο

265   ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.

 

τὴν δὲ μετ᾽ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν,

ἥ ῥ᾽ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα

γείνατ᾽ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·

καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,

270   τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.

 

μητέρα τ᾽ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,

ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο

γημαμένη ᾧ υἷι· ὁ δ᾽ ὃν πατέρ᾽ ἐξεναρίξας

γῆμεν· ἄφαρ δ᾽ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.

275   ἀλλ᾽ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων

Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·

ἡ δ᾽ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,

ἁψαμένη βρόχον αἰπὺν ἀφ᾽ ὑψηλοῖο μελάθρου,

ᾧ ἄχεϊ σχομένη· τῷ δ᾽ ἄλγεα κάλλιπ᾽ ὀπίσσω

280   πολλὰ μάλ᾽, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.

 

καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς

γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,

ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,

ὅς ποτ᾽ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν·

285   ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,

Νέστορά τε Χρόνιον τε Περικλύμενόν τ᾽ ἀγέρωχον.

τοῖσι δ᾽ ἐπ᾽ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,

τὴν πάντες μνώοντο περικτίται· οὐδ᾽ ἄρα Νηλεὺς

τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους

290   ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης

ἀργαλέας· τὰς δ᾽ οἶος ὑπέσχετο μάντις ἀμύμων

ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,

δεσμοί τ᾽ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.

ἀλλ᾽ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο

295   ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,

καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,

θέσφατα πάντ᾽ εἰπόντα· Διὸς δ᾽ ἐτελείετο βουλή.

 

καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,

ἥ ῥ᾽ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,

300   Κάστορά θ᾽ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,

τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·

οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες

ἄλλοτε μὲν ζώουσ᾽ ἑτερήμεροι, ἄλλοτε δ᾽ αὖτε

τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.

 

305   τὴν δὲ μετ᾽ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν

εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,

καί ῥ᾽ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δ᾽ ἐγενέσθην,

Ὦτόν τ᾽ ἀντίθεον τηλεκλειτόν τ᾽ Ἐφιάλτην,

οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα

310   καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·

ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν

εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.